AΠΟΣΤΡΕΦΕΙ καὶ ἑαυτὴν ἡ ψυχὴ ἀπὸ ῥεμβασμῶν,
φυλάττουσα τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν
αὐτῆς. Καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ συνέχουσα πάντοθεν ἐν
πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ κακῶν, ἄσχιστον καὶ ἄκαυστον καὶ
ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει. Καὶ αὐτὴ διὰ τοῦ
γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ θελήματος αὐτῆς, τὸ δὲ πᾶν διὰ
τῆς τοῦ Κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις
συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς ἀποστρέφουσα καὶ οὕτως ὑπὸ
Κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν ἀπὸ τῶν
προειρημένων κακῶν. Ἐπὰν γὰρ ἴδῃ ὁ Κύριός τινα γενναίως ἀποστρεφόμενον
τὰς τοῦ βίου ἡδονὰς καὶ περισπασμοὺς καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς
γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν ματαίων, δίδωσι τὴν ἰδίαν τῆς χάριτος
βοήθειαν, ἄπτωτον διατηρῶν τὴν ψυχὴν ἐκείνην διεξερχομένην καλῶς τὸν
ἐνεστῶτα πονηρὸν αἰῶνα. Καὶ οὕτως ἡ ψυχὴ ἐπαίνων οὐρανίων παρὰ Θεοῦ καὶ
ἀγγέλων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ
ἑαυτήν, ὅσον τὸ ἐν αὐτῇ δυνατόν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀποστραφεῖσα
καὶ ὑπ᾿ αὐτοῦ βοηθηθεῖσα τὸν δρόμον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς
διεξελήλυθεν..
Ὥσπερ γὰρ σίδηρος ἢ μόλυβδος ἢ χρυσὸς ἢ
ἄργυρος ἐπὶ πῦρ βληθέντα λύεται ἐκ τῆς φύσεως τῆς σκληρᾶς, εἰς ἁπαλότητα
μεταβαλλόμενα, καὶ ἐφ᾿ ὅσον ἐν τῷ πυρὶ τυγχάνει, λύεται καὶ ἠλλοίωται
τῆς φυσικῆς σκληρότητος διὰ τὴν τοῦ πυρὸς θερμὴν δύναμιν, τὸν αὐτὸν
τρόπον ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον καὶ τὸν Κύριον μόνον ποθήσασα ἐν
πολλῇ ψυχῆς ζητήσει καὶ πόνῳ καὶ ἀγῶνι, καὶ τὴν προσδοκίαν ἀδιάλειπτον
ἔχουσα πρὸς αὐτὸν ἐλπίδι καὶ πίστει καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον
πῦρ τῆς θεότητος καὶ ἀγάπης τοῦ Πνεύματος, τότε ἐξ ἀληθείας πάσης ἀγάπης
κόσμου λύεται καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται καὶ πάντα ἐκτὸς αὐτῆς
ποιεῖται καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρτίας
μεταβάλλεται, καὶ πάντα περισσὰ ἡγεῖται πρὸς μόνον τὸν ἐπουράνιον
νυμφίον ὃν ἐδέξατο ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀρρήτῳ αὐτοῦ ἀγάπῃ…
Εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη χωρίζει
πατρός, μητρός, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτῶν γίγνεται ἐν τῷ νῷ, καὶ
εἰ ἀγαπᾷ, ἐξωτέρως ἀγαπᾷ, τὴν δὲ διάθεσιν αὐτοῦ πᾶσαν εἰς τὴν σύνοικον
αὐτοῦ κέκτηται, - «ἀντὶ τούτου» γάρ φησι «καταλείψει ἄνθρωπος τὸν πατέρα
καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς
σάρκα μίαν». Εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης, πόσῳ
μᾶλλον ὅσοι κατηξιώθησαν ἐκείνου τοῦ ἁγίου καὶ ἐπουρανίου καὶ ἀγαπητοῦ
Πνεύματος, ἐξ ἀληθείας κοινωνῆσαι πάσης ἀγάπης κόσμου λυθήσονται καὶ
πάντα περισσὰ αὐτοῖς καταφανήσεται τῷ νενικῆσθαι αὐτοὺς τῷ οὐρανίῳ πόθῳ
καὶ τῇ τρώσει αὐτοῦ ἡνῶσθαι. Ἐκεῖ γὰρ ἐπιποθοῦσιν, ἐκεῖ λογίζονται, ἐκεῖ
ζῶσιν, ἐκεῖ οἱ λογισμοὶ αὐτῶν περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς πάντοτε τὴν
διατριβὴν ἔχει νενικημένος τῷ θείῳ καὶ οὐρανίῳ ἔρωτι καὶ πόθῳ
πνευματικῷ.
Τὸ λοιπόν, ὢ ἀγαπητοὶ ἀδελφοί, τοιούτων
ἀγαθῶν προκειμένων καὶ τοσούτων ἐπαγγελιῶν ἡμῖν ὑπὸ τοῦ Κυρίου
ἐπηγγελμένων πάντα τὰ ἐμπόδια ἀφ᾿ ἑαυτῶν ἀπορρίψωμεν καὶ πᾶσαν ἀγάπην
τοῦ κόσμου ἀποστραφῶμεν καὶ πρὸς ἐκεῖνο μόνον τὸ ἀγαθὸν τῇ ζητήσει καὶ
πόθῳ ἑαυτοὺς ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀρρήτου ἀγάπης
τοῦ Πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος παρῄνεσε σπεύδειν ἡμᾶς πρὸς
αὐτὴν λέγων· «διώκετε τὴν ἀγάπην», ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρότητος ἡμῶν
τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ ὑψίστου καταξιωθῆναι καὶ εἰς ἡμερότητα
καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν, ἔρωτι θείου Πνεύματος τρωθέντες. Ὁ γὰρ
Κύριος πολὺ φιλανθρωπεύεται σπλαγχνιζόμενος, πότε ἐπιστρέψομεν ὅλοι ἐξ
ὅλου πρὸς αὐτόν, πάντων τῶν ἐναντίων ἑαυτοὺς ἐξαίροντες. Εἰ γὰρ καὶ
ἡμεῖς διὰ πολλὴν ἀγνωσίαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας
ἀποστρεφόμεθα τὴν ζωὴν καὶ ἐμπόδια πολλὰ τιθέαμεν ἑαυτοῖς μὴ βουλόμενοι
ἐξ ἀληθείας μετανοεῖν, ἀλλ᾿ αὐτὸς πολὺ σπλαγχνίζεται ἐφ᾿ ἡμᾶς
μακροθυμῶν, πότε ἐπιστρέψαντες προσέλθωμεν πρὸς αὐτὸν καὶ τὸν ἔσω ἡμῶν
ἄνθρωπον φωτισθῶμεν, ἵνα μὴ καταισχυνθῶσι τὰ πρόσωπα ἡμῶν ἐν ἡμέρᾳ
κρίσεως…
Εἰ γὰρ ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα
πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει πεποίηκε προθύμως
καὶ χρηστῶς, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ,
τυγχανούσῃ ἐν νόσῳ ἀγνοίας (τῆς κακίας ἀπιστίας τε καὶ ἀφοβίας καὶ τῶν
λοιπῶν τῆς ἁμαρτίας παθῶν), προσερχομένῃ δὲ τῷ Κυρίῳ καὶ τὴν παρ᾿ αὐτοῦ
βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ
πνεύματος παρ᾿ αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν
αὐτῆς καὶ πάσης κακίας καὶ παντὸς πάθους ἀπαλλαγήν, οὐ δωρήσεται τάχιον
καὶ ἑτοιμοτέρως τὴν ἀπολύτρωσιν τῆς ἰάσεως.
Πηγή: http://www.ellopos.gr/mystics/makarios/3.asp
No comments:
Post a Comment